Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.12 Dem. 10.14 (English) >>Dem. 10.18

10.13ἀμφότερʼ οὖν οἶδε, καὶ αὑτὸν ὑμῖν ἐπιβουλεύοντα καὶ ὑμᾶς αἰσθανομένους· εὖ φρονεῖν δʼ ὑμᾶς ὑπολαμβάνων μισεῖν αὑτὸν ἡγεῖται. πρὸς δὲ τούτοις τοσούτοις οὖσιν οἶδεν ἀκριβῶς ὅτι, οὐδʼ ἂν ἁπάντων τῶν ἄλλων γένηται κύριος, οὐδὲν ἔστʼ αὐτῷ βεβαίως ἔχειν, ἕως ἂν ὑμεῖς δημοκρατῆσθε, ἀλλʼ ἄν ποτε συμβῇ τι πταῖσμα (πολλὰ δʼ ἂν γένοιτʼ ἀνθρώπῳ), ἥξει πάντα τὰ νῦν βεβιασμένα καὶ καταφεύξεται πρὸς ὑμᾶς. 10.14ἐστὲ γὰρ ὑμεῖς οὐκ αὐτοὶ πλεονεκτῆσαι καὶ κατασχεῖν ἀρχὴν εὖ πεφυκότες, ἀλλʼ ἕτερον λαβεῖν κωλῦσαι καὶ ἔχοντʼ ἀφελέσθαι καὶ ὅλως ἐνοχλῆσαι τοῖς ἄρχειν βουλομένοις καὶ πάντας ἀνθρώπους εἰς ἐλευθερίαν ἐξελέσθαι δεινοί. οὔκουν βούλεται τοῖς αὑτοῦ καιροῖς τὴν παρʼ ὑμῶν ἐλευθερίαν ἐφεδρεύειν, οὐ κακῶς οὐδʼ ἀργῶς ταῦτα λογιζόμενος. 10.15πρῶτον μὲν δὴ τοῦτο δεῖ, ἐχθρὸν ὑπειληφέναι τῆς πολιτείας καὶ τῆς δημοκρατίας ἀδιάλλακτον ἐκεῖνον, δεύτερον δʼ εἰδέναι σαφῶς ὅτι πάνθʼ ὅσα πραγματεύεται καὶ κατασκευάζεται νῦν, ἐπὶ τὴν ἡμετέραν πόλιν παρασκευάζεται. οὐ γὰρ οὕτως εὐήθης ὑμῶν ἐστὶν οὐδεὶς ὥσθʼ ὑπολαμβάνειν τὸν Φίλιππον τῶν μὲν ἐν Θρᾴκῃ κακῶν (τί γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μάστειραν καὶ νῦν φασιν αὐτὸν ἔχειν;) τούτων μὲν ἐπιθυμεῖν καὶ ὑπὲρ τοῦ ταῦτα λαβεῖν καὶ πόνους καὶ χειμῶνας καὶ τοὺς ἐσχάτους κινδύνους ὑπομένειν,


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.12 Dem. 10.14 (English) >>Dem. 10.18

Powered by PhiloLogic